Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.294 Joseph. AJ 2.298 (English) >>Joseph. AJ 2.303

2.296

θεὸς δὲ ἀγνωμονοῦντος καὶ μετὰ τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς οὐκέτι σωφρονεῖν θέλοντος ἄλλην τοῖς Αἰγυπτίοις ἐπιφέρει πληγήν· βατράχων πλῆθος ἄπειρον τὴν γῆν αὐτῶν ἐπεβόσκετο, μεστὸς δὲ τούτων καὶ ποταμὸς ἦν, ὡς διαμωμένους τὸ ποτὸν τῷ τῶν ζῴων ἰχῶρι κεκακωμένον λαμβάνειν ἐναποθνησκόντων καὶ συνδιαφθειρομένων τῷ ὕδατι, 2.297 τε χώρα μεστὴ κακῆς ἦν ἰλύος γεννωμένων τε καὶ ἀποθνησκόντων, τάς τε κατʼ οἶκον αὐτῶν διαίτας ἠφάνιζον ἐν βρωτοῖς εὑρισκόμενοι καὶ ποτοῖς καὶ ταῖς εὐναῖς αὐτῶν ἐπιπολάζοντες, ὀσμή τε χαλεπὴ ἦν καὶ δυσώδης ἀποθνησκόντων τῶν βατράχων καὶ ζώντων καὶ διεφθαρμένων. 2.298ὑπὸ δὲ τούτων τῶν κακῶν ἐλαυνομένων τῶν Αἰγυπτίων τὸν Μωυσῆν ἐκέλευσεν βασιλεὺς οἴχεσθαι τοὺς Ἑβραίους λαβόντα, καὶ παραχρῆμα τοῦτʼ εἰπόντος ἠφάνιστο τῶν βατράχων τὸ πλῆθος καὶ τε γῆ καὶ ποταμὸς εἰς τὴν ἰδίαν φύσιν κατέστησαν. 2.299Φαραώθης δὲ ἅμα τοῦ τε πάθους ἀπήλλακτο γῆ καὶ τῆς αἰτίας ἐπελέληστο καὶ τοὺς Ἑβραίους κατεῖχε, καὶ ὥσπερ πλειόνων παθημάτων φύσεις βουλόμενος μαθεῖν οὐκέτʼ ἠφίει τοῖς περὶ τὸν Μωυσῆν ἐξιέναι φόβῳ μᾶλλον φρονήσει ταύτην αὐτοῖς ἐπιτρέπων. 2.300

Πάλιν οὖν ἄλλου κακοῦ προσβολῇ μετῄει τὸ θεῖον αὐτοῦ τὴν ἀπάτην· φθειρῶν γὰρ τοῖς Αἰγυπτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων, ὑφʼ ὧν κακοὶ κακῶς ἀπώλλυντο μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάμενοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.294 Joseph. AJ 2.298 (English) >>Joseph. AJ 2.303

Powered by PhiloLogic